3 Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι·ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

4 Μακάριοι οἱ πενθοῦντες·ὅτι αὐτοὶ παρακληθήσονται.

5 Μακάριοι οἱ πρᾳεῖς·ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.

6 Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην·ὅτι αὐτοὶ χορτασθήσονται.

7 Μακάριοι οἱ ἐλεήμονες·ὅτι αὐτοὶ ἐλεηθήσονται.

8 Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ·ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.

9 Μακάριοι οἱ εἰρηνοποιοί·ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.

10 Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης·ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

11 Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾿ ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ.

12 Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.


Textus Receptus.