13 Ἄγε νῦν οἱ λέγοντες, Σήμερονa ἢ αὔριονb πορευσόμεθα εἰς τήνδε τὴν πόλιν, καὶc ποιήσομεν ἐκεῖ ἐνιαυτὸν ἕνα, καὶd ἐμπορευσόμεθα, καὶe κερδήσομεν·
14 οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον. Ποία γὰρ ἡ ζωὴ ὑμῶν; Ἀτμὶς γάρ ἐστιν ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα δὲ ἀφανιζομένη.
15 Ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ Κύριος θελήσῃ, καὶf ζήσωμεν, καὶg ποιήσομεν τοῦτο ἢ ἐκεῖνο.
16 Νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
17 Εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστίν.
Textus Receptus.