aΣυμεὼν Πέτρος, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ σωτῆροςb ἡμῶν Ἰησοῦ Χριστοῦ·

2 χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ Θεοῦ, καὶ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν·

  1. a 1:1 Συμεὼν ¦ Σίμων SCR
  2. b 1:1 ἡμῶν ¦ — ST

Textus Receptus.